Agni Parthene

Lyrics: Theodore Andino Music: Theodore Andino Ἁγνὴ Παρθένε Δέσποινα ἄχραντε Θεοτόκε Χαῖρε νύμφη ἀνύμφευτε Παρθένε μήτηρ ἄνασσα πανένδροσέ τε πόκε Χαῖρε νύμφη ἀνύμφευτε Ὑψηλοτέρα οὐρανῶν ἀκτίνων λαμπροτέρα Χαῖρε νύμφη ἀνύμφευτε Χαρὰ παρθενικῶν χορῶν  ἀγγέλων ὑπερτέρα Χαῖρε νύμφη ἀνύμφευτε Ἐκλαμπροτέρα οὐρανῶν φωτὸς καθαρωτέρα Χαῖρε νύμφη ἀνύμφευτε Τῶν οὐρανίων στρατιῶν πασῶν ἁγιωτέρα Χαῖρε νύμφη ἀνύμφευτε Μαρία ἀειπάρθενε κόσμου παντὸς Κυρία Χαῖρε νύμφη ἀνύμφευτε Ἄχραντε νύμφη πάναγνε Δέσποινα Παναγία Χαῖρε νύμφη ἀνύμφευτε Μαρία νύμφη ἄνασσα χαρᾶς ἡμῶν αἰτία Χαῖρε νύμφη ἀνύμφευτε Κόρη σεμνή, Βασίλισσα Μήτηρ ὑπεραγία. Χαῖρε νύμφη ἀνύμφευτε Τιμιωτέρα Χερουβείμ ὑπερενδοξοτέρα Χαῖρε νύμφη ἀνύμφευτε Τῶν ἀσωμάτων Σεραφείμ τῶν θρόνων ὑπερτέρα Χαῖρε νύμφη ἀνύμφευτε Χαῖρε τὸ ᾆσμα Χερουβείμ χαῖρε ὕμνος ἀγγέλων Χαῖρε νύμφη ἀνύμφευτε Χαῖρε ᾠδὴ τῶν Σεραφείμ χαρὰ τῶν ἀρχαγγέλων Χαῖρε νύμφη ἀνύμφευτε Χαῖρε εἰρήνη καὶ χαρά λιμὴν τῆς σωτηρίας Χαῖρε νύμφη ἀνύμφευτε Παστὰς τοῦ Λόγου ἱερά ἄνθος τῆς ἀφθαρσία Χαῖρε νύμφη ἀνύμφευτε Χαῖρε παράδεισε τρυφῆς ζωῆς τε αἰωνίας Χαῖρε νύμφη ἀνύμφευτε Χαῖρε τὸ ξύλον τῆς ζωῆς πηγὴ ἀθανασίας Χαῖρε νύμφη ἀνύμφευτε Σὲ ἱκετεύω Δέσποινα σὲ νῦν ἐπικαλοῦμαι Χαῖρε νύμφη ἀνύμφευτε Σὲ δυσωπῶ Παντάνασσα σὴν χάριν ἐξαιτοῦμαι Χαῖρε νύμφη ἀνύμφευτε Κόρη σεμνὴ καὶ ἄσπιλε Δέσποινα Παναγία Χαῖρε νύμφη ἀνύμφευτε Επάκουσόν μου, άχραντε κόσμου παντός Κυρία Χαῖρε νύμφη ἀνύμφευτε Ἀντιλαβοῦ μου, ρῦσαί με ἀπὸ τοῦ πολεμίου Χαῖρε νύμφη ἀνύμφευτε Καὶ κληρονόμον δεῖξόν με ζωῆς τῆς αἰωνίου Χαῖρε νύμφη ἀνύμφευτε